Add parallel Print Page Options

17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ [a]ἐπὶ [b]θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς [c]ὄντως ζωῆς.

20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.

Ἡ χάρις [d]μεθ’ ὑμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:17 ἐπὶ WH Treg NIV ] ἐν τῷ RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:17 θεῷ WH Treg NIV ] + τῷ ζῶντι RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:19 ὄντως WH Treg NIV ] αἰωνιόυ RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:21 μεθ᾽ ὑμῶν WH Treg NIV ] μετὰ σοῦ Ἀμήν RP